A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 11SBL Greek New Testament (SBLGNT)

11 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ [a]εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς [b]οὔπω ἀνθρώπων [c]ἐκάθισεν· [d]λύσατε αὐτὸν καὶ φέρετε. καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε [e]ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ [f]εὐθὺς αὐτὸν ἀποστέλλει [g]πάλιν ὧδε. [h]καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον [i]πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον; οἱ δὲ εἶπαν αὐτοῖς καθὼς [j]εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. καὶ [k]φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ [l]ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ [m]αὐτόν. [n]καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας [o]κόψαντες ἐκ τῶν ἀγρῶν. καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες [p]ἔκραζον· Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· 10 Εὐλογημένη ἡ ἐρχομένη [q]βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

11 Καὶ εἰσῆλθεν εἰς [r]Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα [s]ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.

12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν. 13 καὶ ἰδὼν συκῆν [t]ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα [u]τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, [v]ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων. 14 καὶ [w]ἀποκριθεὶς εἶπεν αὐτῇ· Μηκέτι [x]εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.

15 Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ [y]εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ [z]τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν 16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, 17 καὶ ἐδίδασκεν [aa]καὶ ἔλεγεν [ab]αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ [ac]πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν. 18 καὶ ἤκουσαν οἱ [ad]ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, [ae]πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 19 Καὶ [af]ὅταν ὀψὲ ἐγένετο, [ag]ἐξεπορεύοντο ἔξω τῆς πόλεως.

20 Καὶ [ah]παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. 22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ· 23 [ai]ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ [aj]πιστεύῃ ὅτι [ak]ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ. 24 διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα [al]προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι [am]ἐλάβετε, καὶ ἔσται ὑμῖν.

25 καὶ ὅταν [an]στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα [ao]ὑμῶν.

27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι 28 καὶ [ap]ἔλεγον αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; [aq]ἢ τίς σοι [ar]ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς; 29 ὁ δὲ [as]Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐπερωτήσω [at]ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 30 τὸ βάπτισμα [au]τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. 31 καὶ [av]διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· [aw]Τί εἴπωμεν; ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί [ax]οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 32 ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν [ay]ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην [az]ὄντως ὅτι προφήτης ἦν. 33 καὶ ἀποκριθέντες [ba]τῷ Ἰησοῦ λέγουσιν· Οὐκ οἴδαμεν. καὶ ὁ [bb]Ἰησοῦς λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:2 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:2 οὔπω WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:2 ἐκάθισεν WH NIV ] κεκάθικεν Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:2 λύσατε αὐτὸν καὶ φέρετε WH Treg NIV ] λύσαντες αὐτὸν ἀγάγετε RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:3 ὅτι RP ] – WH Treg NIV
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:3 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:3 πάλιν WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:4 καὶ ἀπῆλθον WH Treg NIV ] Ἀπῆλθον δὲ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:4 πρὸς WH Treg NIV ] + τὴν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:6 εἶπεν WH Treg NIV ] ἐνετείλατο RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:7 φέρουσιν WH Treg NIV ] ἤγαγον RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:7 ἐπιβάλλουσιν WH Treg NIV ] ἐπέβαλον RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:7 αὐτόν WH Treg NIV ] αὐτῷ RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:8 καὶ πολλοὶ WH Treg NIV ] Πολλοὶ δὲ RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:8 κόψαντες ἐκ τῶν ἀγρῶν WH Treg NIV ] ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:9 ἔκραζον WH Treg NIV ] + λέγοντες RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:10 βασιλεία WH Treg NIV ] + ἐν ὀνόματι κυρίου RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:11 Ἱεροσόλυμα WH Treg NIV ] + ὁ Ἰησοῦς καὶ RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:11 ὀψὲ WH ] ὀψίας Treg NIV RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:13 ἀπὸ WH Treg NIV ] – RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:13 τι εὑρήσει WH Treg NIV ] εὑρήσει τι RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:13 ὁ γὰρ καιρὸς οὐκ ἦν WH Treg NIV ] οὐ γὰρ ἦν καιρὸς RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:14 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:14 εἰς τὸν αἰῶνα ἐκ σοῦ WH Treg NIV ] ἐκ σοῦ εἰς τὸν αἰῶνα RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:15 εἰσελθὼν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:15 τοὺς WH Treg NIV ] – RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 καὶ ἔλεγεν WH Treg NIV ] λέγων RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 αὐτοῖς Treg NIV RP ] – WH
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 πεποιήκατε WH Treg NIV ] ἐποιήσατε RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:18 ἀρχιερεῖς καὶ οἱ γραμματεῖς WH Treg NIV ] γραμματεῖς καὶ οἱ ἀρχιερεῖς RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:18 πᾶς γὰρ WH Treg NIV ] ὅτι πᾶς RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:19 ὅταν WH Treg NIV ] ὅτε RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:19 ἐξεπορεύοντο WH Treg NIV ] ἐξεπορεύετο RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:20 παραπορευόμενοι πρωῒ WH Treg NIV ] πρωῒ παραπορευόμενοι RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:23 ἀμὴν WH NIV ] + γὰρ Treg RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:23 πιστεύῃ WH NIV ] πιστεύσῃ Treg RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:23 ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ WH Treg NIV ] ἃ λέγει γίνεται ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:24 προσεύχεσθε καὶ αἰτεῖσθε WH Treg NIV ] ἄν προσευχόμενοιαἰτῆσθε RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:24 ἐλάβετε WH Treg NIV ] λαμβάνετε RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:25 στήκετε WH Treg NIV ] στήκητε RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:25 ὑμῶν WH Treg NIV ] + 26 Εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:28 ἔλεγον WH Treg NIV ] λέγουσιν RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:28 WH NIV ] καὶ Treg RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:28 ἔδωκεν τὴν … ταύτην WH Treg NIV ] τὴν … ταύτην ἔδωκεν RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:29 Ἰησοῦς WH Treg NIV ] + ἀποκριθεὶς RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:29 ὑμᾶς WH Treg NIV ] + καὶ ἐγὼ RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:30 τὸ WH Treg NIV ] – RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:31 διελογίζοντο WH Treg NIV ] ἐλογίζοντο RP
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:31 Τί εἴπωμεν; Holmes ] – WH Treg NIV RP
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:31 οὖν WH NIV RP ] – Treg
  51. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:32 ὄχλον WH NIV ] λαόν Treg RP
  52. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:32 ὄντως ὅτι WH Treg NIV ] ὅτι ὄντως RP
  53. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:33 τῷ Ἰησοῦ λέγουσιν WH Treg NIV ] λέγουσιν τῷ Ἰησοῦ RP
  54. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:33 Ἰησοῦς WH Treg NIV ] + ἀποκριθεὶς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes