A A A A A
Bible Book List

ΙΩΑΝΝΟΥ Α΄ 51881 Westcott-Hort New Testament (WHNU)

πας ο πιστευων οτι ιησους εστιν ο χριστος εκ του θεου γεγεννηται και πας ο αγαπων τον γεννησαντα αγαπα τον γεγεννημενον εξ αυτου

εν τουτω γινωσκομεν οτι αγαπωμεν τα τεκνα του θεου οταν τον θεον αγαπωμεν και τας εντολας αυτου ποιωμεν

αυτη γαρ εστιν η αγαπη του θεου ινα τας εντολας αυτου τηρωμεν και αι εντολαι αυτου βαρειαι ουκ εισιν

οτι παν το γεγεννημενον εκ του θεου νικα τον κοσμον και αυτη εστιν η νικη η νικησασα τον κοσμον η πιστις ημων

τις εστιν [δε] ο νικων τον κοσμον ει μη ο πιστευων οτι ιησους εστιν ο υιος του θεου

ουτος εστιν ο ελθων δι υδατος και αιματος ιησους χριστος ουκ εν τω υδατι μονον αλλ εν τω υδατι και εν τω αιματι και το πνευμα εστιν το μαρτυρουν οτι το πνευμα εστιν η αληθεια

οτι τρεις εισιν οι μαρτυρουντες

το πνευμα και το υδωρ και το αιμα και οι τρεις εις το εν εισιν

ει την μαρτυριαν των ανθρωπων λαμβανομεν η μαρτυρια του θεου μειζων εστιν οτι αυτη εστιν η μαρτυρια του θεου οτι μεμαρτυρηκεν περι του υιου αυτου

10 ο πιστευων εις τον υιον του θεου εχει την μαρτυριαν εν αυτω ο μη πιστευων τω θεω ψευστην πεποιηκεν αυτον οτι ου πεπιστευκεν εις την μαρτυριαν ην μεμαρτυρηκεν ο θεος περι του υιου αυτου

11 και αυτη εστιν η μαρτυρια οτι ζωην αιωνιον εδωκεν ο θεος ημιν και αυτη η ζωη εν τω υιω αυτου εστιν

12 ο εχων τον υιον εχει την ζωην ο μη εχων τον υιον του θεου την ζωην ουκ εχει

13 ταυτα εγραψα υμιν ινα ειδητε οτι ζωην εχετε αιωνιον τοις πιστευουσιν εις το ονομα του υιου του θεου

14 και αυτη εστιν η παρρησια ην εχομεν προς αυτον οτι εαν τι αιτωμεθα κατα το θελημα αυτου ακουει ημων

15 και εαν οιδαμεν οτι ακουει ημων ο εαν αιτωμεθα οιδαμεν οτι εχομεν τα αιτηματα α ητηκαμεν απ αυτου

16 εαν τις ιδη τον αδελφον αυτου αμαρτανοντα αμαρτιαν μη προς θανατον αιτησει και δωσει αυτω ζωην τοις αμαρτανουσιν μη προς θανατον εστιν αμαρτια προς θανατον ου περι εκεινης λεγω ινα ερωτηση

17 πασα αδικια αμαρτια εστιν και εστιν αμαρτια ου προς θανατον

18 οιδαμεν οτι πας ο γεγεννημενος εκ του θεου ουχ αμαρτανει αλλ ο γεννηθεις εκ του θεου τηρει αυτον και ο πονηρος ουχ απτεται αυτου

19 οιδαμεν οτι εκ του θεου εσμεν και ο κοσμος ολος εν τω πονηρω κειται

20 οιδαμεν δε οτι ο υιος του θεου ηκει και δεδωκεν ημιν διανοιαν ινα γινωσκομεν τον αληθινον και εσμεν εν τω αληθινω εν τω υιω αυτου ιησου χριστω ουτος εστιν ο αληθινος θεος και ζωη αιωνιος

21 τεκνια φυλαξατε εαυτα απο των ειδωλων

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes