ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27-29
SBL Greek New Testament
27 καὶ ἐθαμβήθησαν [a]ἅπαντες, ὥστε συζητεῖν [b]πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστιν τοῦτο; [c]διδαχὴ καινή· κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. 28 [d]καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς [e]πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
29 Καὶ [f]εὐθὺς ἐκ τῆς συναγωγῆς [g]ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 ἅπαντες WH Treg NIV ] πάντες RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 πρὸς ἑαυτοὺς Treg NIV RP ] αὐτοὺς WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 διδαχὴ καινή WH Treg NIV ] Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη ὅτι RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:28 καὶ ἐξῆλθεν WH Treg NIV ] Ἐξῆλθεν δὲ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:28 πανταχοῦ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:29 εὐθὺς WH Treg NIV ] εὐθέως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:29 ἐξελθόντες ἦλθον WH NIV RP ] ἐξελθὼν ἦλθεν Treg
ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27-29
1550 Stephanus New Testament
27 και εθαμβηθησαν παντες ωστε συζητειν προς αυτους λεγοντας τι εστιν τουτο τις η διδαχη η καινη αυτη οτι κατ εξουσιαν και τοις πνευμασιν τοις ακαθαρτοις επιτασσει και υπακουουσιν αυτω
28 εξηλθεν δε η ακοη αυτου ευθυς εις ολην την περιχωρον της γαλιλαιας
29 και ευθεως εκ της συναγωγης εξελθοντες ηλθον εις την οικιαν σιμωνος και ανδρεου μετα ιακωβου και ιωαννου
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software