Add parallel Print Page Options

28 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν [a]Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ [b]καὶ προσελθὼν ἀπεκύλισε τὸν [c]λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. ἦν δὲ ἡ εἰδέα αὐτοῦ [d]ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν [e]ὡς νεκροί. ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου [f]ἔκειτο· καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. καὶ [g]ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:1 Μαριὰμ NIV ] Μαρία WH Treg RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:2 καὶ WH Treg NIV ] RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:2 λίθον WH Treg NIV ] + ἀπὸ τῆς θύρας RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:3 ὡς WH Treg NIV ] ὡσεὶ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:4 ὡς WH Treg NIV ] ὡσεὶ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:6 ἔκειτο WH NIV ] + ὁ κύριος Treg RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:8 ἀπελθοῦσαι WH Treg NIV ] ἐξελθοῦσαι RP

16 Καὶ διαγενομένου τοῦ σαββάτου [a]Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία [b]ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. καὶ λίαν πρωῒ [c]τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον [d]ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι [e]ἀποκεκύλισται ὁ λίθος, ἦν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν· ἀλλὰ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν [f]γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπαν, ἐφοβοῦντο [g]γάρ.

Other Endings of Mark

Intermediate Ending

[[Πάντα δὲ τὰ παρηγγελμένα τοῖς περὶ τὸν Πέτρον συντόμως ἐξήγγειλαν. μετὰ δὲ ταῦτα καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ ἀνατολῆς καὶ ἄχρι δύσεως ἐξαπέστειλεν δι’ αὐτῶν τὸ ἱερὸν καὶ ἄφθαρτον κήρυγμα τῆς αἰωνίου σωτηρίας. ἀμήν.]]

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:1 Μαρία Treg NIV RP ] ἡ Μαρία WH
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:1 ἡ τοῦ WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:2 τῇ μιᾷ τῶν WH NIV ] μιᾷ τῶν Treg; τῆς μιᾶς RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:3 ἐκ WH NIV RP ] ἀπὸ Treg
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:4 ἀποκεκύλισται NIV RP ] ἀνακεκύλισται WH Treg
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:8 *γὰρ WH Treg NIV ] δὲ RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:8 *γάρ WH NA] + 9–20 Treg RP; + Intermediate ending and 9–20 NIV.

24 τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως [a]ἐπὶ τὸ μνῆμα ἦλθον φέρουσαι ἃ ἡτοίμασαν [b]ἀρώματα. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, [c]εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ [d]σῶμα. καὶ ἐγένετο ἐν τῷ [e]ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν [f]ἐσθῆτι ἀστραπτούσῃ. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν [g]τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; [h]οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη. μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων [i]τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία [j]ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· [k]ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα [l]ταῦτα, καὶ ἠπίστουν αὐταῖς. 12 [m]Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ [n]ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς [o]αὑτὸν θαυμάζων τὸ γεγονός.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:1 ἐπὶ τὸ μνῆμα ἦλθον WH NIV ] ἦλθον ἐπὶ τὸ μνῆμα Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:1 ἀρώματα WH Treg NIV ] + καί τινες σὺν αὐταῖς RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:3 εἰσελθοῦσαι δὲ WH Treg NIV ] Καὶ εἰσελθοῦσαι RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:3 σῶμα WH ] + τοῦ κυρίου Ἰησοῦ Treg NIV RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:4 ἀπορεῖσθαι WH Treg NIV ] διαπορεῖσθαι RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:4 ἐσθῆτι ἀστραπτούσῃ WH Treg NIV ] ἐσθήσεσιν ἀστραπτούσαις RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:5 τὰ πρόσωπα WH Treg NIV ] τὸ πρόσωπον RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:6 οὐκ ἔστιν ὧδε ἀλλὰ ἠγέρθη Treg NIV RP ] [[WH]]
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:7 τὸν … ἀνθρώπου ὅτι δεῖ WH Treg NIV ] ὅτι δεῖ τὸν … ἀνθρώπου RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:10 WH Treg NIV ] –RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:10 ἔλεγον WH Treg NIV ] αἳ ἔλεγον RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:11 ταῦτα WH Treg NIV ] αὐτῶν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:12 Ὁ δὲ … τὸ γεγονός Treg NIV RP ] [[WH]]
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:12 ὀθόνια [[WH]] Treg NIV ] + κείμενα RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:12 αὑτὸν [[WH]] ] αὐτὸν Treg; ἑαυτὸν NIV RP

20 Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. ἔρχεται οὖν [a]καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον· τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 10 ἀπῆλθον οὖν πάλιν πρὸς [b]αὑτοὺς οἱ μαθηταί.

11 Μαρία δὲ εἱστήκει πρὸς [c]τῷ μνημείῳ ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον, 12 καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:6 καὶ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:10 αὑτοὺς WH ] αὐτοὺς Treg NIV; ἑαυτοὺς RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:11 τῷ μνημείῳ ἔξω κλαίουσα WH Treg NIV ] τὸ μνημεῖον κλαίουσα ἔξω RP