Add parallel Print Page Options

32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε [a]πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34 ἀμὴν λέγω ὑμῖν [b]ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. 35 ὁ οὐρανὸς καὶ ἡ γῆ [c]παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.

36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν [d]οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ [e]πατὴρ μόνος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:33 πάντα ταῦτα WH NIV ] ταῦτα πάντα Treg RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:34 ὅτι WH Treg NIV ] RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:35 παρελεύσεται WH Treg NIV ] παρελεύσονται RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:36 οὐδὲ ὁ υἱός WH NIV ] Treg RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:36 πατὴρ WH Treg NIV ] + μου RP

28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν [a]ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 29 οὕτως καὶ ὑμεῖς, ὅταν [b]ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ [c]ταῦτα πάντα γένηται. 31 ὁ οὐρανὸς καὶ ἡ γῆ [d]παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ [e]μὴ [f]παρελεύσονται.

32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ [g]τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι [h]ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:28 ἤδη ὁ κλάδος αὐτῆς WH Treg NIV ] αὐτῆς ἤδη ὁ κλάδος RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:29 ἴδητε ταῦτα WH Treg NIV ] ταῦτα ἴδητε RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:30 ταῦτα πάντα WH Treg NIV ] πάντα ταῦτα RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31 *παρελεύσονται WH Treg NIV ] παρελεύσεται RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31 μὴ NIV RP ] – WH Treg
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31 *παρελεύσονται WH Treg NIV ] παρέλθωσιν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32 τῆς WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32 ἐν WH Treg NIV ] οἱ ἐν RP

29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· 31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. 32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33 ὁ οὐρανὸς καὶ ἡ γῆ [a]παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:33 παρελεύσονται WH Treg NIV ] παρέλθωσιν RP