Add parallel Print Page Options

Καὶ ἐλθόντες οἱ [a]μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. γνοὺς δὲ ὁ Ἰησοῦς [b]εἶπεν· Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ [c]ἐλάβετε; οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ [d]ἄρτων εἶπον ὑμῖν; [e]προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 12 τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης [f]τῶν ἄρτων ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:5 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:8 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:8 ἐλάβετε Treg RP ] ἔχετε WH NIV
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:11 ἄρτων WH Treg NIV ] ἄρτου RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:11 προσέχετε δὲ WH Treg NIV ] προσέχειν RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:12 τῶν ἄρτων WH Treg NIV ] τοῦ ἄρτου RP

14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15 καὶ διεστέλλετο αὐτοῖς λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16 καὶ διελογίζοντο πρὸς [a]ἀλλήλους ὅτι ἄρτους οὐκ [b]ἔχουσιν. 17 καὶ [c]γνοὺς λέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; [d]πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε 19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους [e]κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· Δώδεκα. 20 ὅτε [f]καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; [g]καὶ λέγουσιν αὐτῷ· Ἑπτά. 21 καὶ ἔλεγεν αὐτοῖς· [h]Οὔπω συνίετε;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:16 ἀλλήλους WH Treg NA ] + λέγοντες NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:16 ἔχουσιν WH Treg NA ] ἔχομεν NIV RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:17 γνοὺς WH NA ] + ὁ Ἰησοῦς Treg NIV RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:17 πεπωρωμένην WH Treg NIV ] Ἔτι πεπωρωμένην RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:19 κλασμάτων πλήρεις WH Treg NIV ] πλήρεις κλασμάτων RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:20 καὶ NIV ] – WH NA; δὲ Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:20 καὶ λέγουσιν αὐτῷ WH NIV ] οἱ δὲ εἶπον Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:21 Οὔπω WH NIV ] Πῶς Treg; Πῶς οὐ RP

12 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, [a]ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:1 ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων WH NIV ] τῶν Φαρισαίων ἥτις ἐστὶν ὑπόκρισις Treg RP