Add parallel Print Page Options

34 Καὶ διαπεράσαντες ἦλθον [a]ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ. 35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, 36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:34 ἐπὶ τὴν γῆν εἰς WH Treg NIV ] εἰς τὴν γῆν RP

53 Καὶ διαπεράσαντες [a]ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν. 54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου [b]εὐθὺς ἐπιγνόντες αὐτὸν 55 [c]περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον [d]ὅτι ἐστίν. 56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ [e]εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς [f]ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν [g]ἥψαντο αὐτοῦ ἐσῴζοντο.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:53 ἐπὶ τὴν γῆν ἦλθον εἰς WH NIV ] ἦλθον ἐπὶ τὴν γῆν Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:54 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:55 περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ WH Treg NIV ] περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:55 ὅτι WH NIV ] + ἐκεῖ Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:56 εἰς πόλεις ἢ εἰς WH Treg NIV ] πόλεις ἢ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:56 ἐτίθεσαν WH Treg NIV ] ἐτίθουν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:56 ἥψαντο WH Treg NIV ] ἥπτοντο RP

22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης [a]εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ [b]ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ [c]πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· 23 [d]ἀλλὰ ἦλθεν [e]πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου. 24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ [f]πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν.

25 Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· Ῥαββί, πότε ὧδε γέγονας;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:22 εἶδον WH Treg NIV ] ἰδὼν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:22 ἕν WH Treg NIV ] + ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:22 πλοῖον WH Treg NIV ] πλοιάριον RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:23 ἀλλὰ WH Treg ] ἄλλα NIV; ἄλλα δὲ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:23 πλοιάρια Treg NIV RP ] πλοῖα WH
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:24 πλοιάρια WH Treg NIV ] πλοῖα RP