Add parallel Print Page Options

29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30 καὶ λέγετε· Εἰ [a]ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν [b]ἤμεθα [c]αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν· 31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33 ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:30 *ἤμεθα WH Treg NIV ] ἦμεν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:30 *ἤμεθα WH Treg NIV ] ἦμεν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:30 αὐτῶν κοινωνοὶ WH Treg NIV ] κοινωνοὶ αὐτῶν RP