ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:20-24 (1881 Westcott-Hort New Testament)

Page Options
Add parallel

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:20-24

1881 Westcott-Hort New Testament (WHNU)

20 επιστραφεις ο πετρος βλεπει τον μαθητην ον ηγαπα ο ιησους ακολουθουντα ος και ανεπεσεν εν τω δειπνω επι το στηθος αυτου και ειπεν κυριε τις εστιν ο παραδιδους σε

21 τουτον ουν ιδων ο πετρος λεγει τω ιησου κυριε ουτος δε τι

22 λεγει αυτω ο ιησους εαν αυτον θελω μενειν εως ερχομαι τι προς σε συ μοι ακολουθει

23 εξηλθεν ουν ουτος ο λογος εις τους αδελφους οτι ο μαθητης εκεινος ουκ αποθνησκει ουκ ειπεν δε αυτω ο ιησους οτι ουκ αποθνησκει αλλ εαν αυτον θελω μενειν εως ερχομαι τι προς σε

24 ουτος εστιν ο μαθητης ο μαρτυρων περι τουτων και ο γραψας ταυτα και οιδαμεν οτι αληθης αυτου η μαρτυρια εστιν

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:20-24X