Add parallel Print Page Options

15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου [a]ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, 16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν [b]ἐπὶ τὰ ὄρη, 17 ὁ ἐπὶ τοῦ δώματος μὴ [c]καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι [d]τὸ ἱμάτιον αὐτοῦ. 19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ· 21 ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ’ οὐ μὴ γένηται. 22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:15 ἑστὸς WH Treg NIV ] ἑστὼς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:16 ἐπὶ RP ] εἰς WH Treg NIV
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:17 καταβάτω WH Treg NIV ] καταβαινέτω RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:18 τὸ ἱμάτιον WH Treg NIV ] τὰ ἱμάτια RP

14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως [a]ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, 15 [b]ὁ ἐπὶ τοῦ δώματος μὴ [c]καταβάτω μηδὲ εἰσελθάτω [d]τι ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ, 16 καὶ ὁ εἰς τὸν [e]ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 προσεύχεσθε δὲ ἵνα μὴ [f]γένηται χειμῶνος· 19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως [g]ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. 20 καὶ εἰ μὴ [h]ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:14 ἑστηκότα WH Treg NIV ] τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 WH NIV ] + δὲ Treg RP NA
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 καταβάτω WH NIV ] + εἰς τὴν οἰκίαν Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 τι ἆραι WH Treg ] ἆραί τι NIV RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:16 ἀγρὸν WH Treg NIV ] + ὢν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:18 γένηται WH Treg NIV ] + ἡ φυγὴ ὑμῶν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:19 ἣν WH Treg NIV ] ἧς RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:20 ἐκολόβωσεν κύριος WH NIV ] κύριος ἐκολόβωσεν Treg RP

20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ [a]στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. 21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, 22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα. 23 [b]οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ [c]ὀργὴ τῷ λαῷ τούτῳ, 24 καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς [d]τὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι [e]οὗ [f]πληρωθῶσιν καιροὶ ἐθνῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:20 στρατοπέδων WH Treg NIV ] + τὴν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:23 οὐαὶ WH Treg NIV ] + δὲ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:23 ὀργὴ WH Treg NIV ] + ἐν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:24 τὰ ἔθνη πάντα WH Treg NIV ] πάντα τὰ ἔθνη RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:24 οὗ WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:24 πληρωθῶσιν Treg NIV RP ] + καὶ ἔσονται WH