Add parallel Print Page Options

33 Ἄλλην παραβολὴν ἀκούσατε. [a]Ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37 ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· Ἐντραπήσονται τὸν υἱόν μου. 38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ [b]σχῶμεν τὴν κληρονομίαν αὐτοῦ· 39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. 40 ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; 41 λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.

42 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. 44 [c]Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ λικμήσει αὐτόν.

45 Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· 46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, [d]ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:33 Ἄνθρωπος WH Treg NIV ] + τις RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:38 σχῶμεν WH Treg NIV ] κατάσχωμεν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:44 Καὶ … αὐτόν. WH Treg NIV RP ] WHmarg
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:46 ἐπεὶ εἰς WH Treg NIV ] ἐπειδὴ ὡς RP

12 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς [a]λαλεῖν· Ἀμπελῶνα [b]ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ [c]τῶν καρπῶν τοῦ ἀμπελῶνος· [d]καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· [e]κἀκεῖνον [f]ἐκεφαλίωσαν καὶ [g]ἠτίμασαν. [h]καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, [i]οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες. ἔτι [j]ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸν [k]ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. ἐκεῖνοι δὲ οἱ γεωργοὶ [l]πρὸς ἑαυτοὺς εἶπαν ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. καὶ λαβόντες [m]ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος. [n]τί ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11 παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:1 λαλεῖν WH Treg NIV ] λέγειν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:1 ἄνθρωπος ἐφύτευσεν WH NIV ] ἐφύτευσεν ἄνθρωπος Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:2 τῶν καρπῶν WH Treg NIV ] τοῦ καρποῦ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:3 καὶ WH Treg NIV ] Οἱ δὲ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:4 κἀκεῖνον WH Treg NIV ] + λιθοβολήσαντες RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:4 ἐκεφαλίωσαν WH NIV ] ἐκεφαλαίωσαν Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:4 ἠτίμασαν WH NIV ] ἠτίμησαν Treg; ἀπέστειλαν ἠτιμωμένον RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:5 καὶ WH Treg NIV ] + πάλιν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:5 οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες WH Treg NIV ] τοὺς μὲν δέροντες τοὺς δὲ ἀποκτένοντες RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:6 ἕνα … ἀπέστειλεν WH Treg NIV ] οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλεν καὶ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:6 ἔσχατον πρὸς αὐτοὺς WH Treg NIV ] πρὸς αὐτοὺς ἔσχατον RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:7 πρὸς ἑαυτοὺς εἶπαν WH Treg NIV ] εἶπον πρὸς ἑαυτοὺς RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:8 ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν WH Treg NIV ] αὐτὸν ἀπέκτειναν καὶ ἐξέβαλον RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:9 τί WH ] + οὖν Treg NIV RP

Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· [a]Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς. 10 [b]καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος [c]δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ [d]ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν. 11 καὶ προσέθετο [e]ἕτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 καὶ προσέθετο [f]τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως [g]τοῦτον ἐντραπήσονται. 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς [h]ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· [i]ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία· 15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; 16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· Μὴ γένοιτο. 17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; 18 πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν. 19 καὶ ἐζήτησαν οἱ [j]γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν [k]τὸν λαόν, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς [l]εἶπεν τὴν παραβολὴν ταύτην.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:9 Ἄνθρωπος WH Treg NIV RP ] + τις NA
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:10 καὶ WH Treg NIV ] + ἐν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:10 δώσουσιν WH Treg NIV ] δῶσιν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:10 ἐξαπέστειλαν αὐτὸν δείραντες WH NIV ] δείραντες αὐτὸν ἐξαπέστειλαν Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:11 ἕτερον πέμψαι WH Treg NIV ] πέμψαι ἕτερον RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:12 τρίτον πέμψαι WH Treg NIV ] πέμψαι τρίτον RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:13 τοῦτον WH Treg NIV ] + ἰδόντες RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:14 ἀλλήλους WH Treg NIV ] ἑαυτούς RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:14 ἀποκτείνωμεν WH Treg NIV ] δεῦτε ἀποκτείνωμεν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 γραμματεῖς καὶ οἱ ἀρχιερεῖς WH Treg NIV ] ἀρχιερεῖς καὶ οἱ γραμματεῖς RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 τὸν λαόν WH Treg NIV ] – RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 εἶπεν τὴν … ταύτην WH Treg NIV ] τὴν … ταύτην εἶπεν RP