Add parallel Print Page Options

19 ὅταν δὲ [a]παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί [b]λαλήσητε· 20 οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:19 παραδῶσιν WH Treg NIV ] παραδιδῶσιν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:19 λαλήσητε WH Treg NIV ] λαλήσετε RP

11 [a]καὶ ὅταν [b]ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί [c]λαλήσητε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 καὶ ὅταν WH Treg NIV ] Ὅταν δὲ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 ἄγωσιν WH Treg NIV ] ἀγάγωσιν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 λαλήσητε WH Treg NIV ] + μηδὲ μελετᾶτε RP

11 ὅταν δὲ [a]εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ [b]μεριμνήσητε πῶς [c]ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· 12 τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 εἰσφέρωσιν WH Treg NIV ] προσφέρωσιν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 μεριμνήσητε WH Treg NIV ] μεριμνᾶτε RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 ἢ τί WH Treg RP NA ] – NIV

14 [a]θέτε οὖν [b]ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται [c]ἀντιστῆναι ἢ ἀντειπεῖν [d]ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:14 θέτε WH Treg NIV ] Θέσθε RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:14 ἐν ταῖς καρδίαις WH Treg NIV ] εἰς τὰς καρδίας RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:15 ἀντιστῆναι ἢ ἀντειπεῖν WH Treg NIV ] ἀντειπεῖν οὐδὲ ἀντιστῆναι RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:15 ἅπαντες WH Treg NIV ] πάντες RP